Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι
  2. τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,
  3. βρόχῳ μιτώδει σινδόνος καθημμένην,
  4. τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
  5. εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
  6. καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.
  7. ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
  8. χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·
  9. ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα