Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;
Ἄγγελος
  1. αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
Χορός
  1. ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας.
Ἄγγελος
  1. ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα.
Χορός
  1. καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ
  2. δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων
  3. ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.
Εὐρυδίκη
  1. ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην
  2. πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς
  3. ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.
  4. καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης
  5. χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ
  6. βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι
  7. δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.
  8. ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·
  9. κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.
Ἄγγελος
  1. ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ