Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·
  2. καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
  3. Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
  4. σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
  5. λαβών τε χώρας παντελῆ μοναρχίαν
  6. ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
  7. καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς
  8. ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ
  9. ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.
  10. πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα
  11. καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ
  12. τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς
  13. οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Χορός
  1. τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;
Ἄγγελος
  1. τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
Χορός
  1. καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε.
Ἄγγελος
  1. Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται.