Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.
- τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον
- ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί.
- ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
- πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς
- κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
- καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
- Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν
- λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν
- θαλλοῖς ὃ δὴ 'λέλειπτο συγκατῄθομεν,
- καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς
- χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης
- νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.
- φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων
- κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,
- καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.
- τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς