Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. εὐαζόντων Θηβαΐας ἐπισκοποῦντʼ ἀγυιάς·
Χορός
  1. τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεων
  2. ματρὶ σὺν κεραυνίᾳ·
  3. καὶ νῦν, ὡς βιαίας ἔχεται
  4. πάνδαμος πόλις ἐπὶ νόσου,
  5. μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺν
  6. ἢ στονόεντα πορθμόν.
Χορός
  1. ἰὼ πῦρ πνειόντων χοράγʼ ἄστρων, νυχίων
  2. φθεγμάτων ἐπίσκοπε,
  3. παῖ Διὸς γένεθλον, προφάνηθʼ,
  4. ὦναξ, σαῖς ἅμα περιπόλοις
  5. Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι
  6. τὸν ταμίαν Ἴακχον.
Ἄγγελος
  1. Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
  2. οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον
  3. οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.
  4. τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει