Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;
Χορός
  1. ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ
  2. θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.
Κρέων
  1. οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαι
  2. τὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον.
Χορός
  1. δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε.
Κρέων
  1. ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν· ἴτʼ ἴτʼ ὀπάονες,
  2. οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖν
  3. ὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον.