Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,
  2. μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
Κρέων
  1. ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.
  2. τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ
  3. ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.
Χορός
  1. εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.
Κρέων
  1. τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δʼ ἐγώ.
Χορός
  1. ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης
  2. ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.