Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη,
- αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι.
- δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους
- ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.
- πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα
- καὶ Διὸς βαρυβρεμέτα
- γένος, κλυτὰν ὃς ἀμφέπεις
- Ἰταλίαν, μέδεις δὲ
- παγκοίνοις, Ἐλευσινίας