Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν
  2. ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων
  3. ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
  4. τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
  5. ἀφῆκα θυμῷ καρδίας τοξεύματα
  6. βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.
  7. ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα
  8. τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,
  9. καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν
  10. τὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.
Χορός
  1. ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·
  2. ἐπιστάμεσθα δʼ, ἐξ ὅτου λευκὴν ἐγὼ
  3. τήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,
  4. μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
Κρέων
  1. ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.
  2. τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ
  3. ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.