Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.
- τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δʼ ἐγώ.
- ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης
- ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.
- καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;
- ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ
- θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.
- οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαι
- τὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον.
- δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε.
- ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν· ἴτʼ ἴτʼ ὀπάονες,
- οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖν
- ὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον.
- ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη,
- αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι.
- δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους
- ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.