Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
- τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,
- ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
- νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,
- ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω
- ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας,
- ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν
- ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
- ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
- θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.
- τούτων σε λωβητῆρες ὑστεροφθόροι
- λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,
- ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
- καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος
- λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
- ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
- ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,