Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. φεῦ.
  2. ἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,
Κρέων
  1. τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
Τειρεσίας
  1. ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
Κρέων
  1. ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
Τειρεσίας
  1. ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
Κρέων
  1. οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
Τειρεσίας
  1. καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
Κρέων
  1. τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
Τειρεσίας
  1. τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
Κρέων
  1. ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
Τειρεσίας
  1. οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.
Κρέων
  1. σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
Τειρεσίας
  1. ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
Κρέων
  1. κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.
Τειρεσίας
  1. οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
Κρέων
  1. ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.