Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ
- ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
- ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
- τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
- ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους
- ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
- κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων
- ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
- χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,
- οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν
- φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
- οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
- θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι
- θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
- πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν
- χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους
- αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.