Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν
- φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
- οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
- θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι
- θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
- πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν
- χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους
- αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
- φεῦ.
- ἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,
- τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
- ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
- ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
- ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
- οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
- καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
- τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
- τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
- ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
- οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.