Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
Τειρεσίας
  1. ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
Κρέων
  1. κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.
Τειρεσίας
  1. οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
Κρέων
  1. ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
Τειρεσίας
  1. ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
  2. τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,
  3. ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
  4. νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,
  5. ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω
  6. ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας,
  7. ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν
  8. ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
  9. ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
  10. θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.
  11. τούτων σε λωβητῆρες ὑστεροφθόροι
  12. λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,
  13. ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
  14. καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος
  15. λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ