Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,
- οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς
- ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
- ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ
- τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
- ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ
- ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν
- πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.
- αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.
- ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα
- κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;
- εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ
- ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
- ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
- τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
- ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους
- ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
- κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων
- ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
- χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,