Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,
  2. ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
  3. κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
  4. καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
  5. ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
  6. εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην
  7. βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων
  8. Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ
  9. μυδῶσα κηκὶς μηρίων ἐτήκετο
  10. κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
  11. χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς
  12. μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
  13. τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,
  14. φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.
  15. ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.
  16. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.
  17. βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
  18. πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
  19. τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
  20. κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι