Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα,
- ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ
- πλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην.
- ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας
- τοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε,
- ὄψʼ ἐκδιδαχθεὶς τῶν κατʼ οἶκον οὕνεκα
- ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.
- κἀνταῦθʼ ὁ παῖς δύστηνος οὔτʼ ὀδυρμάτων
- ἐλείπετʼ οὐδέν, ἀμφί νιν γοώμενος,
- οὔτʼ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν
- πλευρὰν παρεὶς ἔκειτο πόλλʼ ἀναστένων,
- ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,
- κλαίων ὁθούνεκʼ ἐκ δυοῖν ἔσοιθʼ ἅμα,
- πατρός τʼ ἐκείνης τʼ, ὠρφανισμένος βίον.
- τοιαῦτα τἀνθάδʼ ἐστίν· ὥστʼ εἴ τις δύο
- ἢ καί τι πλείους ἡμέρας λογίζεται,
- μάταιός ἐστιν· οὐ γὰρ ἔσθʼ ἥ γʼ αὔριον,
- πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.
- πότερα πρότερον ἐπιστένω,
- πότερα μέλεα περαιτέρω,