Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,
  2. αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένη
  3. καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.
  4. ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶ
  5. τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
  6. κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένη
  7. φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις
  8. τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
  9. ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνω
  10. καθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις,
  11. καὶ δακρύων ῥήξασα θερμὰ νάματα
  12. ἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά,
  13. τὸ λοιπὸν ἤδη χαίρεθʼ, ὡς ἔμʼ οὔποτε
  14. δέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνάτριαν.
  15. τοσαῦτα φωνήσασα συντόνῳ χερὶ
  16. λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος
  17. προύκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισεν
  18. πλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον.
  19. κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον,
  20. τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.