Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. δύσκριτʼ ἔμοιγε δυστάνῳ.
Χορός
  1. τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,
  2. τάδε δὲ μένομεν ἐπʼ ἐλπίσιν·
  3. κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν.
Χορός
  1. εἴθʼ ἀνεμόεσσά τις
  2. γένοιτʼ ἔπουρος ἑστιῶτις αὔρα,
  3. ἥτις μʼ ἀποικίσειεν ἐκ τόπων, ὅπως
  4. τὸν Δῖον ἄλκιμον γόνον
  5. μὴ ταρβαλέα θάνοιμι
  6. μοῦνον εἰσιδοῦσʼ ἄφαρ·
  7. ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις
  8. χωρεῖν πρὸ δόμων λέγουσιν
  9. ἄσπετόν τι θαῦμα.
Χορός
  1. ἀγχοῦ δʼ ἄρα κοὐ μακρὰν
  2. προύκλαιον, ὀξύφωνος ὡς ἀηδών.
  3. ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις.
  4. πᾷ δʼ αὖ φορεῖ νιν; ὡς φίλου
  5. προκηδομένα βαρεῖαν
  6. ἄψοφον φέρει βάσιν.
  7. αἰαῖ, ὅδʼ ἀναύδατος φέρεται.