Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τίς ἦν; πῶς; φέρʼ εἰπέ.
- αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.
- τί φωνεῖς;
- σαφηνῆ.
- ἔτεκεν ἔτεκε δὴ μεγάλαν
- ἁ νέορτος ἅδε νύμφα
- δόμοισι τοῖσδʼ ἐρινύν.
- ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησία
- ἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.
- καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
- δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί.
- ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη
- καὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια
- στορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί,
- κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,
- βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτι
- γένοιντʼ ἔρημοι, ʼκλαιε δʼ ὀργάνων ὅτου
- ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·
- ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,
- εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,