Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὦ παῖδες, ὡς ἄρʼ ἡμὶν οὐ σμικρῶν κακῶν
  2. ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.
Χορός
  1. τί δʼ, ὦ γεραιά, καινοποιηθὲν λέγεις;
Τροφός
  1. βέβηκε Δῃάνειρα τὴν πανυστάτην
  2. ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.
Χορός
  1. οὐ δή ποθʼ ὡς θανοῦσα;
Τροφός
  1. πάντʼ ἀκήκοας.
Χορός
  1. τέθνηκεν ἡ τάλαινα;
Τροφός
  1. δεύτερον κλύεις.
Χορός
  1. τάλαινʼ ὀλεθρία· τίνι τρόπῳ θανεῖν σφε φής;
Τροφός
  1. σχετλιώτατά γε πρὸς πρᾶξιν.
Χορός
  1. εἰπὲ τῷ μόρῳ,
  2. γύναι, ξυντρέχει.
Τροφός
  1. αὑτὴν διηΐστωσε.
Χορός
  1. τίς θυμὸς ἢ τίνες νόσοι
  2. τάνδʼ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο
  3. πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;
Τροφός
  1. στονόεντος ἐν τομᾷ σιδάρου.
Χορός
  1. ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;
Τροφός
  1. ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.