Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἦ που ἀδινῶν χλωρὰν
  2. τέγγει δακρύων ἄχναν.
  3. ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολίαν
  4. καὶ μεγάλαν ἄταν.
Χορός
  1. ἔρρωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι,
  2. οἷον ἀναρσίων
  3. οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.
  4. ἰὼ κελαινὰ λόγχα προμάχου δορός,
  5. ἃ τότε θοὰν νύμφαν
  6. ἄγαγες ἀπʼ αἰπεινᾶς
  7. τάνδʼ Οἰχαλίας αἰχμᾷ·
  8. ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ
  9. τῶνδʼ ἐφάνη πράκτωρ.
Ἡμιχόριον 1
  1. πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς
  2. οἴκτου διʼ οἴκων ἀρτίως ὁρμωμένου; τί φημι;
Ἡμιχόριον 2
  1. ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ
  2. κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.
Ἡμιχόριον
  1. ξύνες δὲ
  2. τήνδʼ ὡς κατηφὴς καὶ συνωφρυωμένη
  3. χωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι.