Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τᾶς παλαιφάτου προνοίας,
  2. ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι
  3. δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων
  4. τῷ Διὸς αὐτόπαιδι· καὶ τάδʼ ὀρθῶς
  5. ἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσων
  6. ἔτι ποτʼ ἔτʼ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν;
Χορός
  1. εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ
  2. χρίει δολοποιὸς ἀνάγκα
  3. πλευρά, προστακέντος ἰοῦ,
  4. ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων,
  5. πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,
  6. δεινοτάτῳ μὲν ὕδρας προστετακὼς
  7. φάσματι; μελαγχαίτα δʼ ἄμμιγά νιν αἰκίζει
  8. Νέσσου ὑποφόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα.
Χορός
  1. ὧν ἅδʼ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσα
  2. δόμοισι βλάβαν νέων
  3. ἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ
  4. δʼ ἀπʼ ἀλλόθρου
  5. γνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖς
  6. ἦ που ὀλοὰ στένει,