Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει
- θέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλις
- βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα
- ἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως.
- τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷ
- καὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
- τίσαιτʼ Ἐρινύς τʼ. εἰ θέμις δʼ, ἐπεύχομαι·
- θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες,
- πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ
- κτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.
- τί σῖγʼ ἀφέρπεις; οὐ κάτοισθʼ ὁθούνεκα
- ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;
- ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν
- αὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός.
- ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν
- μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;
- ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν
- τὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι.
- ἴδʼ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ
- τοὔπος τὸ θεοπρόπον ἡμῖν