Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἅπας δʼ ἀνηυφήμησεν οἰμωγῇ λεώς,
  2. τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·
  3. κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.
  4. ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,
  5. βοῶν, ἰύζων· ἀμφὶ δʼ ἐκτύπουν πέτραι,
  6. Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι.
  7. ἐπεὶ δʼ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ
  8. ῥίπτων ἑαυτόν, πολλὰ δʼ οἰμωγῇ βοῶν,
  9. τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος
  10. σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον
  11. οἷον κατακτήσαιτο λυμαντὴν βίου,
  12. τότʼ ἐκ προσέδρου λιγνύος διάστροφον
  13. ὀφθαλμὸν ἄρας εἶδέ μʼ ἐν πολλῷ στρατῷ
  14. δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·
  15. ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,
  16. μηδʼ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·
  17. ἀλλʼ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς
  18. ἐνταῦθʼ ὅπου με μή τις ὄψεται βροτῶν·
  19. εἰ δʼ οἶκτον ἴσχεις, ἀλλά μʼ ἔκ γε τῆσδε γῆς
  20. πόρθμευσον ὡς τάχιστα, μηδʼ αὐτοῦ θάνω.