Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,
  2. κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο·
  3. ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο
  4. φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,
  5. ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται
  6. πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,
  7. χιτὼν ἅπαν κατʼ ἄρθρον· ἦλθε δʼ ὀστέων
  8. ἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας
  9. ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.
  10. ἐνταῦθα δὴ ʼβόησε τὸν δυσδαίμονα
  11. Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,
  12. ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·
  13. ὁ δʼ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης
  14. δώρημʼ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.
  15. κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος
  16. σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,
  17. μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται,
  18. ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·
  19. κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
  20. κρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ.