Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. φανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν;
Δηιάνειρα
  1. πῶς εἶπας, ὦ παῖ; τοῦ παρʼ ἀνθρώπων μαθὼν
  2. ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;
Ὕλλος
  1. αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν
  2. πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.
Δηιάνειρα
  1. ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;
Ὕλλος
  1. εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.
  2. ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,
  3. νίκης ἄγων τροπαῖα κἀκροθίνια,
  4. ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον
  5. Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ
  6. βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·
  7. οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ.
  8. μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς
  9. κῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας,
  10. τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·
  11. ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,
  12. ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχων
  13. λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦ
  14. ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.