Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ταρβεῖν μὲν ἔργα δείνʼ ἀναγκαίως ἔχει,
  2. τὴν δʼ ἐλπίδʼ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.
Δηιάνειρα
  1. οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν
  2. οὐδʼ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.
Χορός
  1. ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίας
  2. ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.
Δηιάνειρα
  1. τοιαῦτα δʼ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ
  2. κοινωνός, ἀλλʼ ᾧ μηδέν ἐστʼ οἴκοι βαρύ.
Χορός
  1. σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,
  2. εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ
  3. πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.
Ὕλλος
  1. ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σʼ ἓν εἱλόμην,
  2. ἢ μηκέτʼ εἶναι ζῶσαν, ἢ σεσωσμένην
  3. ἄλλου κεκλῆσθαι μητέρʼ, ἢ λῴους φρένας
  4. τῶν νῦν παρουσῶν τῶνδʼ ἀμείψασθαί ποθεν.
Δηιάνειρα
  1. τί δʼ ἐστίν, ὦ παῖ, πρός γʼ ἐμοῦ στυγούμενον;
Ὕλλος
  1. τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δʼ ἐμὸν λέγω
  2. πατέρα, κατακτείνασα τῇδʼ ἐν ἡμέρᾳ.
Δηιάνειρα
  1. οἴμοι, τινʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον;
Ὕλλος
  1. ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ