Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ
  2. χυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου.
Δηιάνειρα
  1. ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω·
  2. ὁρῶ δέ μʼ ἔργον δεινὸν ἐξειργασμένην.
  3. πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ
  4. ἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ;
  5. οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαι
  6. χρῄζων ἔθελγέ μʼ· ὧν ἐγὼ μεθύστερον,
  7. ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
  8. μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι
  9. γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·
  10. τὸν γὰρ βαλόντʼ ἄτρακτον οἶδα καὶ θεὸν
  11. Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ,
  12. φθείρει τὰ πάντα κνώδαλʼ· ἐκ δὲ τοῦδʼ ὅδε
  13. σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας
  14. πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.
  15. καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,
  16. ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·
  17. ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,
  18. ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.