Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.
  2. καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων·
  3. τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶ
  4. θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,
  5. ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.
  6. κἄδρων τοιαῦτα. νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον,
  7. ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇ
  8. μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,
  9. κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίου
  10. κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
  11. εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτιν
  12. ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
  13. τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως
  14. τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,
  15. ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο,
  16. ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,
  17. μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονος
  18. ἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου.
  19. τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθεν
  20. προύκειτʼ, ἀναζέουσι θρομβώδεις ἀφροί,