Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω
- πεπραγμένʼ ᾖ μοι πάνθʼ ὅσʼ ἀρτίως ἔδρων.
- τί δʼ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;
- οὐκ οἶδʼ· ἀθυμῶ δʼ, εἰ φανήσομαι τάχα
- κακὸν μέγʼ ἐκπράξασʼ ἀπʼ ἐλπίδος καλῆς.
- οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;
- μάλιστά γʼ, ὥστε μήποτʼ ἂν προθυμίαν
- ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.
- δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.
- τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,
- γυναῖκες, ὑμᾶς θαῦμʼ ἀνέλπιστον μαθεῖν.
- ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως
- ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος,
- τοῦτʼ ἠφάνισται διάβορον πρὸς οὐδενὸς
- τῶν ἔνδον, ἀλλʼ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,
- καὶ ψῇ κατʼ ἄκρας σπιλάδος· ὡς δʼ εἰδῇς ἅπαν,
- ᾗ τοῦτʼ ἐπράχθη, μείζονʼ ἐκτενῶ λόγον.
- ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν
- πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο
- παρῆκα θεσμῶν οὐδέν, ἀλλʼ ἐσῳζόμην