Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.
- ὁ γὰρ Διὸς Ἀλκμήνας κόρος
- σοῦται πάσας ἀρετᾶς
- λάφυρʼ ἔχων ἐπʼ οἴκους·
- ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,
- δυοκαιδεκάμηνον ἀμμένουσαι
- χρόνον, πελάγιον, ἴδριες οὐδέν·
- ἁ δέ οἱ φίλα δάμαρ
- τάλαιναν δυστάλαινα καρδίαν
- πάγκλαυτος αἰὲν ὤλλυτο·
- νῦν δʼ Ἄρης οἰστρηθεὶς
- ἐξέλυσʼ ἐπίπονον ἁμέραν.
- ἀφίκοιτʼ ἀφίκοιτο· μὴ σταίη
- πολύκωπον ὄχημα ναὸς αὐτῷ,
- πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,
- νασιῶτιν ἑστίαν
- ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·
- ὅθεν μόλοι πανίμερος,
- τᾶς πειθοῦς παγχρίστῳ
- συγκραθεὶς ἐπὶ προφάσει φάρους.