Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. βέβαιον, οὔ τι μὴ σφαλῶ γʼ ἐν σοί ποτε,
  2. τὸ μὴ οὐ τόδʼ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,
  3. λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.
Δηιάνειρα
  1. στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι
  2. τά γʼ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
Λίχας
  1. ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
Δηιάνειρα
  1. ἀλλʼ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν
  2. προσδέγματʼ, αὐτὴν ὡς ἐδεξάμην φίλως.
Λίχας
  1. ὥστʼ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.
Δηιάνειρα
  1. τί δῆτʼ ἂν ἄλλο γʼ ἐννέποις; δέδοικα γὰρ
  2. μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,
  3. πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.
Χορός
  1. ὦ ναύλοχα καὶ πετραῖα
  2. θερμὰ λουτρὰ καὶ πάγους
  3. Οἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν
  4. χρυσαλακάτου τʼ ἀκτὰν κόρας,
  5. ἔνθʼ Ἑλλάνων ἀγοραὶ
  6. Πυλάτιδες κλέονται·
Χορός
  1. ὁ καλλιβόας τάχʼ ὑμῖν
  2. αὐλὸς οὐκ ἀναρσίαν