Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,
- ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,
- δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
- διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶν
- κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,
- μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίου
- μήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας,
- πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς
- δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
- οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμους
- ἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως,
- στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
- θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
- καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲς
- σφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται.
- ἀλλʼ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,
- τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·
- ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι
- κἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ.
- ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην