Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.
- κακὰς δὲ τόλμας μήτʼ ἐπισταίμην ἐγὼ
- μήτʼ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ·
- φίλτροις δʼ ἐάν πως τήνδʼ ὑπερβαλώμεθα
- τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφʼ Ἡρακλεῖ,
- μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ
- πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.
- ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,
- δοκεῖς παρʼ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.
- οὕτως ἔχει γʼ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν
- ἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω·
- ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖς
- ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
- ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπω
- θυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται.
- μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳ
- κἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσεῖ.
- τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,
- ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
- ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,