Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.
  2. ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον
  3. ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,
  4. φέρων ἐπʼ ὤμοις, ἡνίκʼ ἦ μέσῳ πόρῳ,
  5. ψαύει ματαίαις χερσίν· ἐκ δʼ ἤυσʼ ἐγώ,
  6. χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν
  7. ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας
  8. στέρνων διερροίζησεν. ἐκθνῄσκων δʼ ὁ θὴρ
  9. τοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως,
  10. τοσόνδʼ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ,
  11. πορθμῶν, ὁθούνεχʼ ὑστάτην σʼ ἔπεμψʼ ἐγώ·
  12. ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν
  13. σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους
  14. ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,
  15. ἔσται φρενός σοι τοῦτο κηλητήριον
  16. τῆς Ἡρακλείας, ὥστε μήτινʼ εἰσιδὼν
  17. στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.
  18. τοῦτʼ ἐννοήσασʼ, ὦ φίλαι, δόμοις γὰρ ἦν
  19. κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,
  20. χιτῶνα τόνδʼ ἔβαψα, προσβαλοῦσʼ ὅσα