Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἦν δὲ μετώπων ὀλόεντα
  2. πλήγματα, καὶ στόνος ἀμφοῖν.
  3. ἁ δʼ εὐῶπις ἁβρὰ
  4. τηλαυγεῖ παρʼ ὄχθῳ
  5. ἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν.
  6. ἀγὼν δὲ μαργᾷ μὲν οἷα φράζω·
  7. τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφας
  8. ἐλεινὸν ἀμμένει·
  9. κἀπὸ ματρὸς ἄφαρ βέβακεν,
  10. ὥστε πόρτις ἐρήμα.
Δηιάνειρα
  1. ἦμος, φίλαι, κατʼ οἶκον ὁ ξένος θροεῖ
  2. ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπʼ ἐξόδῳ,
  3. τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,
  4. τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,
  5. τὰ δʼ οἷα πάσχω συγκατοικτιουμένη.
  6. κόρην γάρ, οἶμαι δʼ οὐκέτʼ, ἀλλʼ ἐζευγμένην,
  7. παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,
  8. λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.
  9. καὶ νῦν δύʼ οὖσαι μίμνομεν μιᾶς ὑπὸ
  10. χλαίνης ὑπαγκάλισμα. τοιάδʼ Ἡρακλῆς,