Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.
- μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.
- καὶ τὰ μὲν θεῶν
- παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,
- οὐδὲ τὸν ἔννυχον Ἅιδαν
- ἢ Ποσειδάωνα τινάκτορα γαίας·
- ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιν
- τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων,
- τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξῆλθον ἄεθλʼ ἀγώνων;
- ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
- φάσμα ταύρου,
- Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ
- ἦλθε παλίντονα Θήβας
- τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,
- παῖς Διός· οἳ τότʼ ἀολλεῖς
- ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
- μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.
- τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος,
- ταυρείων τʼ ἀνάμιγδα κεράτων·
- ἦν δʼ ἀμφίπλεκτοι κλίμακες,