Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆ
  2. διῆλθε, καὶ τῆσδʼ εἵνεχʼ ἡ πολύφθορος
  3. καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
  4. καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
  5. οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ,
  6. ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν
  7. μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
  8. ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.
  9. ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον,
  10. κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν
  11. καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,
  12. οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι·
  13. ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖν
  14. τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.
Δηιάνειρα
  1. ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,
  2. κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα,
  3. θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγης
  4. χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,
  5. ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
  6. καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε