Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.
- κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ
- τὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·
- τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας
- πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;
- κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸν
- ἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰ
- κάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼ
- ᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτι
- τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,
- καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος
- ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν
- ῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸν
- πρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.
- πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ
- γυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν.
- ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνω
- θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
- πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.
- ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.