Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάπος
  2. Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
  3. οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ
  4. οὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι
  5. χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
  6. Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται
  7. πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·
  8. οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,
  9. κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ;
  10. ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳ
  11. ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,
  12. ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ
  13. τοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.
  14. οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼν
  15. ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.
  16. εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
  17. θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
  18. ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ
  19. ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.
  20. ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·