Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Ἄγγελος
  1. τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
Λίχας
  1. φημί· πρὸς τί δʼ ἱστορεῖς;
Ἄγγελος
  1. οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς,
  2. Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;
Λίχας
  1. ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν
  2. σοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν πάρα;
Ἄγγελος
  1. πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων
  2. ἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος.
Λίχας
  1. κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεται
  2. δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.
Ἄγγελος
  1. ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων
  2. δάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
Λίχας
  1. ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη
  2. δέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ὁ ξένος.
Ἄγγελος
  1. ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ
  2. πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία
  3. πέρσειεν αὐτήν, ἀλλʼ ὁ τῆσδʼ ἔρως φανείς.
Λίχας
  1. ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω· τὸ γὰρ
  2. νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.