Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
- ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.
- ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;
- ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.
- τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων;
- Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.
- οὗτος, βλέφʼ ὧδε· πρὸς τίνʼ ἐννέπειν δοκεῖς;
- σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;
- τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ.
- πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως
- κόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶ
- λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.
- τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν;
- δίκαια γάρ.
- τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,
- ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
- πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;
- οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
- ἄπειμι· μῶρος δʼ ἦ πάλαι κλύων σέθεν.
- οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ.