Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
- λαθραῖον; ὦ δύστηνος· ἆρʼ ἀνώνυμος
- πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
- ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν,
- πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ
- Ἰόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
- βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
- ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲ
- λαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.
- τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις
- τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
- πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆ
- λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
- ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
- ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;
- μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων,
- ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.
- τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;
- δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
- ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν