Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνων
- λατρεύματʼ οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος·
- ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
- ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόρον
- τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,
- ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσας
- ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ
- τὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων,
- κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
- ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους
- ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
- οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
- οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
- ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
- δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.
- καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
- ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
- ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
- οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.
- οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος;