Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. μάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω,
  2. ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·
  3. τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.
Δηιάνειρα
  1. τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;
Ἄγγελος
  1. σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος
  2. μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
Δηιάνειρα
  1. πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλιν
  2. καλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;
Ἄγγελος
  1. σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.
Δηιάνειρα
  1. καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
Ἄγγελος
  1. ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
  2. φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακὸς
  3. ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
Δηιάνειρα
  1. τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
  2. ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει.
Ἄγγελος
  1. τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ,
  2. πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
  3. ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι
  4. τήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
  5. μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,