Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
Λίχας
  1. οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.
Δηιάνειρα
  1. οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
Λίχας
  1. ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
Δηιάνειρα
  1. εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ
  2. καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.
Λίχας
  1. οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
  2. χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ
  3. προύφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,
  4. ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος
  5. δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
  6. διήνεμον λέλοιπεν· ἡ δέ τοι τύχη
  7. κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.
Δηιάνειρα
  1. ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
  2. οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς
  3. τοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ·
  4. ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα
  5. χωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλεις
  6. σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
Ἄγγελος
  1. αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως