Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
  2. ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.
  3. ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
  4. ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
  5. χώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας,
  6. αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
  7. ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
  8. ὦ Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σε
  9. πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
  10. μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.
  11. οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.
  12. ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;
  13. ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
  14. πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
  15. Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν;
  16. τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;
  17. ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
  18. βλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
Λίχας
  1. τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσως
  2. γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.