Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- πρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο,
- ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
- ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
- Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·
- ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
- κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς
- αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,
- πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς
- ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
- χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς
- ἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
- αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματα
- ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
- φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου
- πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.
- ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
- τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
- πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆ
- κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
- πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.